lista

audio-player

Η ΠΑΡΑΓΓΕΛΙΟΛΗΨΙΑ ΕΙΚΟΝΩΝ
ΠΡΟΣΩΡΙΝΑ ΑΝΑΣΤΕΛΛΕΤΑΙ
ΛΟΓΩ ΑΓΙΟΓΡΑΦΗΣΗΣ ΤΟΥ ΙΕΡΟΥ ΝΑΟΥ
ΤΗΣ ΟΡΘΟΔΟΞΗΣ ΑΔΕΛΦΟΤΗΤΑΣ ΜΑΣ "ΧΡΙΣΤΙΑΝΙΚΗ ΕΛΠΙΣ"

Προσευχή του Αγιογράφου

«Κύριε Ἰησοῦ Χριστὲ ὁ Θεὸς ἡμῶν, ὁ ἀπερίγραπτος ὑπάρχων τῇ φύσει τῆς Θεότητος καὶ διὰ τὴν σωτηρίαν τοῦ ἀνθρώπου ἐπ᾿ ἐσχάτων ἐκ τῆς Παρθένου καὶ Θεοτόκου Μαρίας ἀφράστως σαρκωθεὶς καὶ ἀξιώσας περιγράφεσθαι, Θεὲ τῶν ὅλων, φώτισον, συνέτισον τὴν ψυχήν, τὴν καρδίαν, τὴν διάνοιαν τοῦ δούλου Σου καὶ τὰς χεῖρας αὐτοῦ εὔθυνον πρὸς τὸ ἀμέμπτως καὶ ἀρίστως διαγραφεῖν τὸ εἶδος τῆς ἐμφερείας Σου καὶ τῆς παναχράντου Σου Μητρὸς καὶ πάντων Σου τῶν Ἁγίων, εἰς δόξαν σὴν καὶ εἰς φαιδρότητα καὶ ὡραϊσμὸν τῆς ἁγίας Σου Ἐκκλησίας καὶ εἰς ἄφεσιν ἁμαρτιῶν τῶν σχετικῶς αὐτὰς προσκυνούντων καὶ μετ’ εὐλαβείας ἀσπαζομένων καὶ τὴν τιμὴν ἐπὶ τὸ πρωτότυπον ἀναφερόντων. Λύτρωσε δὲ αὐτὸν ἐκ πάσης διαβολικῆς ἐπηρείας, προκόπτοντα ἐν πάσαις ταῖς ἐντολαῖς Σου, πρεσβείαις τῆς Παναχράντου Μητρός Σου καὶ πάντων τῶν Ἁγίων. Ἀμήν.»

 

Δέσποτα Κύριε Ἰησοῦ Χριστέ, ὁ Μονογενὴς Υἱὸς καὶ Λόγος τοῦ Θεοῦ, ἡ ἀπαράλλακτος εἰκὼν τοῦ ἀοράτου Πατρός, ὁ κατ’ εἰκόνα Σου πλάσας ἡμᾶς καὶ διὰ τὴν ἡμετέραν σωτηρίαν φιλανθρώπως περιβαλόμενος τὴν σάρκα ἐκ τῆς Παναχράντου Σου Μητρὸς καὶ Δεσποίνης ἡμῶν Θεοτόκου, ὁ ὑπὲρ πάντας τοὺς Υἱοὺς τῶν ἀνθρώπων ὡραῖος καὶ ἡ πηγὴ πάσης ὡραιότητος, ἀοράτου τε καί φαινομένης, ὁ καταδεξάμενος ναοὺς ἡμᾶς ποιῆσαι τοῦ Ἁγίου Σου Πνεύματος, ὁ τὴν ὕλην καθαγιάσας τῇ θείᾳ οἰκονομίᾳ Σου, ὁ τὴν χρωματουργικὴν θεολογίαν χαρισάμενος τῇ ἀσπίλῳ νύμφῃ Σου Ἐκκλησίᾳ, πρὸς ἀνάμνησιν μὲν τῆς ἀνερμηνεύτου συγκαταβάσεώς Σου, οἰκοδομὴν δὲ καὶ ἁγιασμὸν τοῦ πιστοῦ λαοῦ Σου. Σοὶ προσπίπτων δέομαί Σου καὶ σὲ παρακαλῶ· ὡς χαρισάμενος καὶ ἐμοὶ τῷ ἁμαρτωλῷ καὶ ἀναξίῳ δούλῳ Σου, τὸ χάρισμα τῆς εἰκονογραφικῆς διακονίας, κάθαρον ἀπὸ τῆς καρδίας μου πᾶσαν ἁμαρτητικὴν ρυπαρίαν καὶ ἔγγραψον ἀχειροποιήτως ἐν αὐτῇ τὸ πανάγιον θέλημά Σου· ἐνίσχυσόν με ἐν πάσῃ ἀσθενείᾳ τοῦ θελήματος τοῦ νοός μου καὶ φώτισόν με τῇ δυνάμει τοῦ Παναγίου Σου Πνεύματος, ὁδηγῶν τὰς ἀδυνάμους καὶ ἀχρείας χεῖράς μου εἰς θεοφιλῆ περαίωσιν τῆς ἱστορήσεως τῆς ἱερᾶς ταύτης εἰκόνος Σου (ἤ τοῦ ἁγίου...), ὅπως οἱ προσκυνοῦντες καὶ ἀσπαζόμενοι ταύτην εἰς Σέ, τὸ πρωτότυπον κάλλος, ἀνάγωσι τὰς καρδίας καὶ τὸν λογισμὸν αὐτῶν, χαριτούμενοι δὲ καὶ ἁγιαζόμενοι ὁλοτελῶς, ἐν χαρᾷ ἐπιτύχωσι τὸ καθ᾿ ὁμοίωσιν, καὶ δοξάζωσι σὺν πᾶσι τοῖς ἀπ᾿ αἰῶνος εὐαρεστήσασί Σοι Ἁγίοις, Σὲ τὸν σαρκωθέντα Υἱὸν καὶ Λόγον, σὺν τῷ ἀνάρχῳ Σου Πατρὶ καὶ τῷ προσκυνητῷ Πνεύματί Σου, τὴν ὁμοούσιον καὶ ἀδιαίρετον καὶ ζωοποιὸν Τριάδα. Ἀμήν.